Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.113.2 Hdt. 9.115.1 (English) >>Hdt. 9.117.1

9.114.1 οἱ δὲ ἐκ Μυκάλης ὁρμηθέντες Ἕλληνες ἐπʼ Ἑλλησπόντου πρῶτον μὲν περὶ Λεκτὸν ὅρμεον, ὑπὸ ἀνέμων ἀπολαμφθέντες, ἐνθεῦτεν δὲ ἀπίκοντο ἐς Ἄβυδον καὶ τὰς γεφύρας εὗρον διαλελυμένας, τὰς ἐδόκεον εὑρήσειν ἔτι ἐντεταμένας, καὶ τούτων οὐκ ἥκιστα εἵνεκεν ἐς τὸν Ἑλλήσποντον ἀπίκοντο. 9.114.2 τοῖσι μέν νυν ἀμφὶ Λευτυχίδην Πελοποννησίοις ἔδοξε ἀποπλέειν ἐς τὴν Ἑλλάδα, Ἀθηναίοισι δὲ καὶ Ξανθίππῳ τῷ στρατηγῷ αὐτοῦ ὑπομείναντας πειρᾶσθαι τῆς Χερσονήσου. οἱ μὲν δὴ ἀπέπλεον, Ἀθηναῖοι δὲ ἐκ τῆς Ἀβύδου διαβάντες ἐς τὴν Χερσόνησον Σηστὸν ἐπολιόρκεον.

ch. 115 9.115.1 ἐς δὲ τὴν Σηστὸν ταύτην, ὡς ἐόντος ἰσχυροτάτου τείχεος τῶν ταύτῃ, συνῆλθον, ὡς ἤκουσαν παρεῖναι τοὺς Ἕλληνας ἐς τὸν Ἑλλήσποντον, ἔκ τε τῶν ἀλλέων τῶν περιοικίδων, καὶ δὴ καὶ ἐκ Καρδίης πόλιος Οἰόβαζος ἀνὴρ Πέρσης, ὃς τὰ ἐκ τῶν γεφυρέων ὅπλα ἐνθαῦτα ἦν κεκομικώς. εἶχον δὲ ταύτην ἐπιχώριοι Αἰολέες, συνῆσαν δὲ Πέρσαι τε καὶ τῶν ἄλλων συμμάχων συχνὸς ὅμιλος.

ch. 116 9.116.1 ἐτυράννευε δὲ τούτου τοῦ νομοῦ Ξέρξεω ὕπαρχος Ἀρταΰκτης, ἀνὴρ μὲν Πέρσης, δεινὸς δὲ καὶ ἀτάσθαλος, ὃς καὶ βασιλέα ἐλαύνοντα ἐπʼ Ἀθήνας ἐξηπάτησε, τὰ Πρωτεσίλεω τοῦ Ἰφίκλου χρήματα ἐξ Ἐλαιοῦντος ὑπελόμενος. 9.116.2 ἐν γὰρ Ἐλαιοῦντι τῆς Χερσονήσου ἐστὶ Πρωτεσίλεω τάφος τε καὶ τέμενος περὶ αὐτόν, ἔνθα ἦν χρήματα πολλὰ καὶ φιάλαι χρύσεαι καὶ ἀργύρεαι καὶ χαλκὸς καὶ ἐσθὴς καὶ ἄλλα ἀναθήματα, τὰ Ἀρταΰκτης ἐσύλησε βασιλέος δόντος. λέγων δὲ τοιάδε Ξέρξην διεβάλετο·



Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.].
<<Hdt. 9.113.2 Hdt. 9.115.1 (English) >>Hdt. 9.117.1

Powered by PhiloLogic